ΠΡΩΤΟΧΡΟΝΙΑ ΣΤΗΝ ΕΝΟΡΙΑ ΜΑΣ
ΠΡΩΤΟΧΡΟΝΙΑ ΣΤΗΝ ΕΝΟΡΙΑ ΜΑΣ
«Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου,
ὡς δεξαμένην τὸν λόγον σου,
δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας,
τὴν φύσιν τῶν ὄντων ἐτράνωσας,
τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας.
Βασίλειον ἱεράτευμα, Πάτερ ὅσιε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος».

«Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες,
Θεὸς ὢν κατ' οὐσίαν πολυεύσπλαγχνε Κύριε,
καὶ νόμον ἐκπληρῶν, περιτομὴν θελήσει καταδέχῃ σαρκικήν,
ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν.
Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνία σου,
δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου».










